Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.66.3 | Hdt. 1.67.4 (English) | >>Hdt. 1.68.3 |
1.67.2 ἐπειδὴ αἰεὶ τῷ πολέμῳ ἑσσοῦντο ὑπὸ Τεγεητέων , πέμψαντες θεοπρόπους ἐς Δελφοὺς ἐπειρώτων τίνα ἂν θεῶν ἱλασάμενοι κατύπερθε τῷ πολέμῳ Τεγεητέων γενοίατο . ἡ δὲ Πυθίη σφι ἔχρησε τὰ Ὀρέστεω τοῦ Ἀγαμέμνονος ὀστέα ἐπαγαγομένους .
1.67.3 ὡς δὲ ἀνευρεῖν οὐκ οἷοί τε ἐγίνοντο τὴν θήκην τοῦ Ὀρέστεω ἔπεμπον αὖτις τὴν ἐς θεὸν ἐπειρησομένους τὸν χῶρον ἐν τῷ κέοιτο Ὀρέστης . εἰρωτῶσι δὲ ταῦτα τοῖσι θεοπρόποισι λέγει ἡ Πυθίη τάδε .
1.67.4 ὡς δὲ καὶ ταῦτα ἤκουσαν οἱ Λακεδαιμόνιοι , ἀπεῖχον τῆς ἐξευρέσιος οὐδὲν ἔλασσον , πάντα διζήμενοι , ἐς οὗ δὴ Λίχης τῶν ἀγαθοεργῶν καλεομένων Σπαρτιητέων ἀνεῦρε . οἱ δὲ ἀγαθοεργοί εἰσι τῶν ἀστῶν , ἐξιόντες ἐκ τῶν ἱππέων αἰεὶ οἱ πρεσβύτατοι , πέντε ἔτεος ἑκάστου · τοὺς δεῖ τοῦτον τὸν ἐνιαυτόν , τὸν ἂν ἐξίωσι ἐκ τῶν ἱππέων , Σπαρτιητέων τῷ κοινῷ διαπεμπομένους μὴ ἐλινύειν ἄλλους ἄλλῃ .
1.67.5ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ ,
ἔνθʼ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπʼ ἀνάγκης ,
καὶ τύπος ἀντίτυπος ,καὶ πῆμʼ ἐπὶ πήματι κεῖται .
ἔνθʼ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα ,
τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ .
ch. 68
1.68.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.66.3 | Hdt. 1.67.4 (English) | >>Hdt. 1.68.3 |